Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.108 Joseph. AJ 11.113 (English) >>Joseph. AJ 11.118

11.111καὶ οἱ μὲν ὑπὲρ τούτων ἐπιδαψιλευόμενοι ταῖς θυσίαις καὶ τῇ περὶ τὸν θεὸν φιλοτιμίᾳ κατῴκησαν ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἀρχιερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. 11.112πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας καὶ τῆς ἀναστάσεως ἐβασιλεύοντο ἀπὸ Σαούλου πρῶτον ἀρξάμενοι καὶ Δαυίδου ἐπὶ ἔτη πεντακόσια τριακονταδύο μῆνας ἓξ ἡμέρας δέκα, πρὸ δὲ τῶν βασιλέων τούτων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι, καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἔτεσιν πλέον πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν ἀποθανόντα καὶ Ἰησοῦν τὸν στρατηγόν. 11.113καὶ τὰ μὲν περὶ τῶν ἀνασωθέντων ἐκ τῆς αἰχμαλωσίας Ἰουδαίων ἐν τοῖς Κύρου καὶ Δαρείου χρόνοις ἐν τούτοις ὑπῆρχεν. 11.114

Οἱ δὲ Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς καὶ βασκάνως διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάσαντο πλούτῳ τε πεποιθότες καὶ συγγένειαν προσποιούμενοι τὴν Περσῶν, ἐπειδήπερ ἐκεῖθεν ἦσαν. 11.115ὅσα τε γὰρ ἐκελεύσθησαν ἐκ τῶν φόρων ὑπὸ τοῦ βασιλέως εἰς τὰς θυσίας τελεῖν τοῖς Ἰουδαίοις παρέχειν οὐκ ἤθελον τούς τε ἐπάρχους σπουδάζοντας αὐτοῖς πρὸς τοῦτο καὶ συνεργοῦντας εἶχον, ἄλλα τε ὅσα βλάπτειν διʼ ἑαυτῶν διʼ ἑτέρων ἠδύναντο τοὺς Ἰουδαίους οὐκ ἀπώκνουν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.108 Joseph. AJ 11.113 (English) >>Joseph. AJ 11.118

Powered by PhiloLogic